TLG 2171 002 :: STESICLIDES :: Fragmenta STESICLIDES Hist., vel Ctesicles Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 375. Frr. 1–2 Citation: Fragment — (line) | ||
t | ΧΡΟΝΙΚΑ. E LIBRO TERTIO. | |
1 | Athenaeus VI: Κτησικλῆς δ’ ἐν τρίτῃ Χρονικῶν [τῇ πεντε]καιδεκάτῃ πρὸς ταῖς ἑκατόν φησιν Ὀλυμπιάδι Ἀθήνησιν ἐξετασμὸν γενέσθαι ὑπὸ Δημη‐ τρίου τοῦ Φαληρέως τῶν κατοικούντων τὴν Ἀττικὴν, | |
5 | καὶ εὑρεθῆναι Ἀθηναίους μὲν δισμυρίους πρὸς τοῖς χιλίοις, μετοίκους δὲ μυρίους, οἰκετῶν δὲ μυριάδας τεσσαράκοντα. | |
---|---|---|
2 | Idem X: Σὺ δὲ παροινῶν καὶ μεθύων οὐδέπω κόρον ἔχεις, οὐδ’ ἐπὶ νοῦν λαμβάνεις, ὅτι ὑπὸ μέθης ἀπέθανεν Εὐμένης ὁ Περγαμηνὸς, ὁ Φιλεταί‐ ρου τοῦ Περγάμου βασιλεύσαντος ἀδελφιδοῦς, ὡς ἱστο‐ | |
5 | ρεῖ Κτησικλῆς ἐν τρίτῳ Χρόνων. | 375 |